Το Ευαγγέλιο της Κυριακής 20 Δεκεμβρίου – Προ της Χριστού Γεννήσεως

123

ΕΥΑΓΓΕΛΙΟ (Ματθ. α΄ 1-25)

Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ, Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ἐγέννησεν τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησεν τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσά, Ἀσὰ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησεν τὸν Ἀχαζ, Ἀχαζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν, Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησεν τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ, Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ, Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν. Μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ», ὅ ἐστιν μεθερμηνευόμενον «μεθ’ ἡμῶν ὁ Θεός». Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱόν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

Μετάφραση

Γενεαλογικός κατάλογος του Ιησού Χριστού πού προερχόταν από τον Δαβίδ, ο οποίος ήταν απόγονος του Αβραάμ.

Ο Αβραάμ εγέννησε τον Ισαάκ, ο Ισαάκ εγέννησε τον Ιακώβ, ο Ιακώβ εγέννησε τον Ιούδα και τούς αδερφούς του. Ο Ιούδας εγέννησε τον Φαρές και τον Ζαρά με τη Θάμαρ. Ο Φαρές εγέννησε τον Ἐσρώμ και ο Ἐσρώμ τον Ἀράμ. Ο Ἀράμ εγέννησε τον Ἀμιναδάβ, ο Ἀμιναδάβ τον Ναασών και ο Ναασῶν τον Σαλμών. Ο Σαλμών εγέννησε τον Βοόζ με τη Ραχάβ, ο Βοόζ εγέννησε τον Ὠβήδ με τη Ρουθ· ο Ὠβήδ εγέννησε τον Ιεσσαί κι ο Ιεσσαί γέννησε τον Δαβίδ το βασιλιά. Ο βασιλιάς Δαβίδ εγέννησε τον Σολομώντα με τη γυναίκα του Οὐρία· ὁ Σολομών ἐγέννησε τον Ροβοάμ, ὁ Ροβοάμ τον Άβιά, ὁ Άβιά τον Ἀσά· ο Ἀσά ἐγέννησε τόν Ἰωσαφάτ, ὁ Ἰωσαφάτ τόν Ἰωράμ, ὁ Ἰωράμ τον Ὀζία· ὁ Ὀζίας ἐγέννησε τόν Ἰωάθαν, ὁ Ἰωάθαμ τόν Ἄχαζ, ο Ἄχαζ τον Ἐζεκία· ὁ Ἐζεκίας ἐγέννησε τόν Μανασσή, ὁ Μανασσής τον Ἀμών, ὁ Ἀμών τον Ἰωσία· ὁ Ἰωσίας ἐγέννησε τόν Ἰεχονία και τούς ἀδερφούς του τήν ἐποχή τῆς αἰχμαλωσίας στή Βαβυλώνα. Μετά την αἰχμαλωσία στη Βαβυλώνα, ὁ Ἰεχονίας ἐγέννησε τον Σαλαθιήλ καί ὁ Σαλαθιήλ τό Ζοροβάβελ· ὁ Ζοροβάβελ ἐγέννησε τον Ἀβιούδ, ὁ Ἀβιούδ τον Ἐλιακίμ, ο Ἐλιακίμ τον Ἀζώρ· ὁ Ἀζώρ ἐγέννησε τον Σαδώκ, ὁ Σαδώκ τον Ἀχίμ και ὁ Ἀχίμ τον Ἐλιούδ· ὁ Ἐλιούδ ἐγέννησε τον Ἐλεάζαρ, ο Ἐλεάζαρ τον Ματθάν, ο Ματθάν τον Ιακώβ, και ὁ Ιακώβ ἐγέννησε τον Ιωσήφ τον άντρα της Μαρίας. Από τη Μαρία γεννήθηκε ο Ιησούς, ο λεγόμενος Χριστός. Από τον Αβραάμ ως τον Δαβίδ μεσολαβούν δεκατέσσερις γενιές· το ίδιο κι από τον Δαβίδ ως την αιχμαλωσία στη Βαβυλώνα, καθώς κι από την αιχμαλωσία στη Βαβυλώνα έως το Χριστό.

Η γέννηση του Ιησού Χριστού έγινε ως εξής: Η μητέρα του, η Μαρία, αρραβωνιάστηκε με τον Ιωσήφ. Προτού όμως συνευρεθούν, έμεινε έγκυος με τη δύναμη του Αγίου Πνεύματος. Ὁ μνηστήρας της ὁ Ιωσήφ, επειδή ήταν ευσεβής και δεν ήθελε να τη διαπομπεύσει, αποφάσισε να διαλύσει τον αρραβώνα, χωρίς την επίσημη διαδικασία. Όταν όμως κατέληξε σ΄ αυτή τη σκέψη, του εμφανίστηκε στον ύπνο του ένας άγγελος σταλμένος από το Θεό και του είπε: «Ιωσήφ, απόγονε του Δαβίδ, μη διστάσεις να πάρεις στο σπίτι σου τη Μαριάμ, τη γυναίκα σου, γιατί το παιδί πού περιμένει προέρχεται από το Άγιο Πνεύμα. Θα γεννήσει γιό, και θα του δώσεις το όνομα Ιησούς, γιατί αυτός θα σώσει το λαό του από τίς αμαρτίες τους». Με όλα αυτά πού έγιναν, εκπληρώθηκε ὁ λόγος του Κυρίου, πού είχε πει ὁ προφήτης: Να, ἡ παρθένος θα μείνει έγκυος και θα γεννήσει γιό, και θα του δώσουν το όνομα Εμμανουήλ, πού σημαίνει, ὁ Θεός είναι μαζί μας. Όταν ξύπνησε ὁ Ιωσήφ, έκανε όπως τον πρόσταξε ὁ άγγελος του Κυρίου και πήρε στο σπίτι του τη Μαρία τη γυναίκα του. Και δεν είχε συζυγικές σχέσεις μαζί της· ωσότου γέννησε το γιό της τον πρωτότοκο και του έδωσε το όνομα Ιησούς.