Το Ευαγγέλιο της Κυριακής 19 Δεκεμβρίου – Προ της Χριστού Γεννήσεως

70

ΕΥΑΓΓΕΛΙΟ (Ματθ. α΄ 1-25)

Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ, Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ἐγέννησεν τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησεν τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσά, Ἀσὰ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησεν τὸν Ἀχαζ, Ἀχαζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν, Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησεν τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ, Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ, Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν. Μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ», ὅ ἐστιν μεθερμηνευόμενον «μεθ’ ἡμῶν ὁ Θεός». Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱόν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

Μετάφραση

Γενεαλογικός κατάλογος του Ιησού Χριστού που προερχόταν από τον Δαβίδ, ο οποίος ήταν απόγονος του Αβραάμ. Ο Αβραάμ εγέννησε τον Ισαάκ, ο Ισαάκ εγέννησε τον Ιακώβ, ο Ιακώβ εγέννησε τον Ιούδα και τούς αδερφούς του. Ο Ιούδας εγέννησε τον Φαρές καί τόν Ζαρά μέ τή Θάμαρ. Ὁ Φαρές ἐγέννησε τόν Ἐσρώμ καί ὁ Ἐσρώμ τόν Ἀράμ. Ὁ Ἀράμ ἐγέννησε τον Ἀμιναδάβ, ὁ Ἀμιναδάβ τόν Ναασών καί ὁ Ναασῶν τόν Σαλμών. Ὁ Σαλμών ἐγέννησε τον Βοόζ με τη Ραχάβ, ὁ Βοόζ ἐγέννησε τον Ὠβήδ με τη Ρουθ· ὁ Ὠβήδ ἐγέννησε τόν Ἰεσσαί κι ὁ Ἰεσσαί γέννησε τον Δαβίδ το βασιλιά. Ὁ βασιλιάς Δαβίδ ἐγέννησε τον Σολομώντα με τη γυναίκα τοῦ Οὐρία· ὁ Σολομών ἐγέννησε τόν Ροβοάμ, ὁ Ροβοάμ τόν Ἀβιά, ὁ Ἀβιά τον Ἀσά· ὁ Ἀσά ἐγέννησε τον Ἰωσαφάτ, ὁ Ἰωσαφάτ τόν Ἰωράμ, ὁ Ἰωράμ τόν Ὀζία· ὁ Ὀζίας ἐγέννησε τόν Ἰωάθαν, ὁ Ἰωάθαμ τόν Ἄχαζ, ὁ Ἄχαζ τόν Ἐζεκία· ὁ Ἐζεκίας ἐγέννησε τόν Μανασσή, ὁ Μανασσής τόν Ἀμών, ὁ Ἀμών τόν Ἰωσία· ὁ Ἰωσίας ἐγέννησε τόν Ἰεχονία καί τούς ἀδερφούς του την ἐποχή της αἰχμαλωσίας στή Βαβυλώνα. Μετά τήν αἰχμαλωσία στή Βαβυλώνα, ὁ Ἰεχονίας ἐγέννησε τόν Σαλαθιήλ καί ὁ Σαλαθιήλ το Ζοροβάβελ· ὁ Ζοροβάβελ ἐγέννησε τον Ἀβιούδ, ὁ Ἀβιούδ τόν Ἐλιακίμ, ὁ Ἐλιακίμ τόν Ἀζώρ· ὁ Ἀζώρ ἐγέννησε τόν Σαδώκ, ὁ Σαδώκ τόν Ἀχίμ καί ὁ Ἀχίμ τον Ἐλιούδ· ὁ Ἐλιούδ ἐγέννησε τόν Ἐλεάζαρ, ὁ Ἐλεάζαρ τόν Ματθάν, ὁ Ματθάν τόν Ἰακώβ, καί ὁ Ἰακώβ ἐγέννησε τον Ἰωσήφ τον άντρα της Μαρίας. Από τη Μαρία γεννήθηκε ὁ Ἰησοῦς, ὁ λεγόμενος Χριστός.

Από τον Αβραάμ έως τον Δαβίδ μεσολαβούν δεκατέσσερις γενιές· το ίδιο κι από τον Δαβίδ ως την αιχμαλωσία στη Βαβυλώνα, καθώς κι από την αιχμαλωσία στη Βαβυλώνα ως το Χριστό. Ἡ γέννηση του Ιησού Χριστού έγινε ως εξής: Ἡ μητέρα του, ἡ Μαρία, αρραβωνιάστηκε με τον Ιωσήφ. Προτού όμως συνευρεθούν, έμεινε έγκυος με τη δύναμη του Αγίου Πνεύματος. Ὁ μνηστήρας της ὁ Ιωσήφ, επειδή ήταν ευσεβής και δεν ήθελε να τη διαπομπεύσει, αποφάσισε να διαλύσει τον αρραβώνα, χωρίς την επίσημη διαδικασία. Όταν όμως κατέληξε σ΄ αυτή τη σκέψη, του εμφανίστηκε στον ύπνο του ένας άγγελος σταλμένος από το Θεό και του είπε: «Ιωσήφ, απόγονε του Δαβίδ, μη διστάσεις να πάρεις στο σπίτι σου τη Μαριάμ, τη γυναίκα σου, γιατί το παιδί πού περιμένει προέρχεται από το Άγιο Πνεύμα. Θα γεννήσει γιό, και θα του δώσεις το όνομα Ιησούς, γιατί αυτός θα σώσει το λαό του από τίς αμαρτίες τους». Με όλα αυτά πού έγιναν, εκπληρώθηκε ὁ λόγος του Κυρίου, πού είχε πει ὁ προφήτης: Να, ἡ παρθένος θα μείνει έγκυος και θα γεννήσει γιό, και θα του δώσουν το όνομα Εμμανουήλ, πού σημαίνει, ὁ Θεός είναι μαζί μας. Όταν ξύπνησε ὁ Ιωσήφ, έκανε όπως τον πρόσταξε ὁ άγγελος του Κυρίου και πήρε στο σπίτι του τη Μαρία τη γυναίκα του. Και δεν είχε συζυγικές σχέσεις μαζί της· ωσότου γέννησε το γιό της τον πρωτότοκο και του έδωσε το όνομα Ιησούς.